Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.44.1 | Hdt. 3.45.3 (English) | >>Hdt. 3.47.2 |
3.45.1
οἱ μὲν δὴ λέγουσι τοὺς ἀποπεμφθέντας Σαμίων ὑπὸ Πολυκράτεος οὐκ ἀπικέσθαι ἐς Αἴγυπτον , ἀλλʼ ἐπείτε ἐγένοντο ἐν Καρπάθῳ πλέοντες , δοῦναι σφίσι λόγον , καί σφι ἁδεῖν τὸ προσωτέρω μηκέτι πλέειν · οἱ δὲ λέγουσι ἀπικομένους τε ἐς Αἴγυπτον καὶ φυλασσομένους ἐνθεῦτεν αὐτοὺς ἀποδρῆναι .
3.45.2 καταπλέουσι δὲ ἐς τὴν Σάμον Πολυκράτης νηυσὶ ἀντιάσας ἐς μάχην κατέστη · νικήσαντες δὲ οἱ κατιόντες ἀπέβησαν ἐς τὴν νῆσον , πεζομαχήσαντες δὲ ἐν αὐτῇ ἑσσώθησαν , καὶ οὕτω δὴ ἔπλεον ἐς Λακεδαίμονα .
3.45.3 εἰσὶ δὲ οἳ λέγουσι τοὺς ἀπʼ Αἰγύπτου νικῆσαι Πολυκράτεα , λέγοντες ἐμοὶ δοκέειν οὐκ ὀρθῶς · οὐδὲν γὰρ ἔδει σφέας Λακεδαιμονίους ἐπικαλέεσθαι , εἴ περ αὐτοὶ ἦσαν ἱκανοὶ Πολυκράτεα παραστήσασθαι . πρὸς δὲ τούτοισι οὐδὲ λόγος αἱρέει , τῷ ἐπίκουροί τε μισθωτοὶ καὶ τοξόται οἰκήιοι ἦσαν πλήθεϊ πολλοί , τοῦτον ὑπὸ τῶν κατιόντων Σαμίων ἐόντων ὀλίγων ἑσσωθῆναι .
3.45.4 τῶν δʼ ὑπʼ ἑωυτῷ ἐόντων πολιητέων τὰ τέκνα καὶ τὰς γυναῖκας ὁ Πολυκράτης ἐς τοὺς νεωσοίκους συνειλήσας εἶχε ἑτοίμους , ἢν ἄρα προδιδῶσι οὗτοι πρὸς τοὺς κατιόντας , ὑποπρῆσαι αὐτοῖσι τοῖσι νεωσοίκοισι .
ch. 46
3.46.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.44.1 | Hdt. 3.45.3 (English) | >>Hdt. 3.47.2 |